Add parallel Print Page Options

11 καὶ ἐπηρώτων αὐτὸν λέγοντες· Ὅτι λέγουσιν οἱ γραμματεῖς ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; 12 ὁ δὲ [a]ἔφη αὐτοῖς· Ἠλίας μὲν ἐλθὼν πρῶτον [b]ἀποκαθιστάνει πάντα, καὶ πῶς γέγραπται ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἵνα πολλὰ πάθῃ καὶ [c]ἐξουδενηθῇ; 13 ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ Ἠλίας ἐλήλυθεν, καὶ ἐποίησαν αὐτῷ ὅσα [d]ἤθελον, καθὼς γέγραπται ἐπ’ αὐτόν.

14 Καὶ [e]ἐλθόντες πρὸς τοὺς μαθητὰς εἶδον ὄχλον πολὺν περὶ αὐτοὺς καὶ γραμματεῖς συζητοῦντας [f]πρὸς αὐτούς. 15 καὶ [g]εὐθὺς πᾶς ὁ ὄχλος [h]ἰδόντες αὐτὸν ἐξεθαμβήθησαν, καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν. 16 καὶ ἐπηρώτησεν [i]αὐτούς· Τί συζητεῖτε πρὸς [j]αὑτούς; 17 καὶ [k]ἀπεκρίθη αὐτῷ εἷς ἐκ τοῦ ὄχλου· Διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρὸς σέ, ἔχοντα πνεῦμα ἄλαλον· 18 καὶ ὅπου [l]ἐὰν αὐτὸν καταλάβῃ ῥήσσει αὐτόν, καὶ ἀφρίζει καὶ τρίζει τοὺς [m]ὀδόντας καὶ ξηραίνεται· καὶ εἶπα τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσιν, καὶ οὐκ ἴσχυσαν. 19 ὁ δὲ ἀποκριθεὶς [n]αὐτοῖς λέγει· Ὦ γενεὰ ἄπιστος, ἕως πότε πρὸς ὑμᾶς ἔσομαι; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετε αὐτὸν πρός με. 20 καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν. καὶ ἰδὼν αὐτὸν [o]τὸ πνεῦμα εὐθὺς [p]συνεσπάραξεν αὐτόν, καὶ πεσὼν ἐπὶ τῆς γῆς ἐκυλίετο ἀφρίζων. 21 καὶ ἐπηρώτησεν τὸν πατέρα αὐτοῦ· Πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ; ὁ δὲ εἶπεν· [q]Ἐκ παιδιόθεν· 22 καὶ πολλάκις [r]καὶ εἰς πῦρ αὐτὸν ἔβαλεν καὶ εἰς ὕδατα ἵνα ἀπολέσῃ αὐτόν· ἀλλ’ εἴ τι [s]δύνῃ, βοήθησον ἡμῖν σπλαγχνισθεὶς ἐφ’ ἡμᾶς. 23 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Τὸ Εἰ [t]δύνῃ, πάντα δυνατὰ τῷ πιστεύοντι. 24 [u]εὐθὺς κράξας ὁ πατὴρ τοῦ [v]παιδίου ἔλεγεν· [w]Πιστεύω· βοήθει μου τῇ ἀπιστίᾳ. 25 ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὄχλος ἐπετίμησεν τῷ πνεύματι τῷ ἀκαθάρτῳ λέγων αὐτῷ· Τὸ [x]ἄλαλον καὶ κωφὸν πνεῦμα, ἐγὼ [y]ἐπιτάσσω σοι, ἔξελθε ἐξ αὐτοῦ καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:12 ἔφη WH Treg NIV ] ἀποκριθείς εἶπεν RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:12 ἀποκαθιστάνει WH Treg NIV ] ἀποκαθιστᾷ RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:12 ἐξουδενηθῇ WH Treg NIV ] ἐξουδενωθῇ RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:13 ἤθελον WH Treg NIV ] ἠθέλησαν RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:14 ἐλθόντες πρὸς τοὺς μαθητὰς εἶδον WH Treg NIV ] ἐλθὼν πρὸς τοὺς μαθητὰς εἶδεν RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:14 πρὸς αὐτούς WH Treg NIV ] αὐτοῖς RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:15 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:15 ἰδόντες αὐτὸν ἐξεθαμβήθησαν WH Treg NIV ] ἰδὼν αὐτὸν ἐξεθαμβήθη RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:16 αὐτούς WH Treg NIV ] τοῦς γραμματεῖς RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:16 αὑτούς Holmes ] αὐτούς WH Treg NIV RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:17 ἀπεκρίθη αὐτῷ εἷς … ὄχλου WH Treg NIV ] ἀποκριθεὶς εἷς … ὄχλου εἶπεν RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:18 ἐὰν WH Treg NIV ] ἂν RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:18 ὀδόντας WH Treg NIV ] + αὐτοῦ RP
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:19 αὐτοῖς WH Treg NIV ] αὐτῷ RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:20 τὸ πνεῦμα εὐθὺς WH Treg NIV ] εὐθέως τὸ πνεῦμα RP
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:20 συνεσπάραξεν WH NIV ] ἐσπάραξεν Treg RP
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:21 Ἐκ WH Treg NIV ] – RP
  18. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:22 καὶ εἰς πῦρ αὐτὸν WH NIV ] αὐτὸν καὶ εἰς πῦρ Treg; αὐτὸν καὶ εἰς τὸ πῦρ RP
  19. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:22 δύνῃ WH Treg NIV ] δύνασαι RP
  20. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:23 δύνῃ WH Treg NIV ] δύνασαι πιστεῦσαι RP
  21. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:24 εὐθὺς WH NIV ] καὶ εὐθὺς Treg; καὶ εὐθέως RP
  22. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:24 παιδίου WH Treg NIV ] + μετὰ δακρύων RP
  23. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:24 Πιστεύω WH Treg NIV ] + κύριε RP
  24. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:25 ἄλαλον καὶ κωφὸν πνεῦμα WH Treg NIV ] πνεῦμα τὸ ἄλαλον καὶ κωφὸν RP
  25. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:25 ἐπιτάσσω σοι WH Treg NIV ] σοι ἐπιτάσσω RP